Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.93 Joseph. AJ 10.98 (English) >>Joseph. AJ 10.103

10.96

Μετʼ οὐ πολὺν δὲ χρόνον στρατευόμενον ἐπʼ αὐτὸν τὸν τῶν Βαβυλωνίων βασιλέα δέχεται κατὰ δέος τῶν προειρημένων ὑπὸ τοῦ προφήτου τούτου, οὐδὲν νομίζων πείσεσθαι δεινὸν μηδὲ ἀποκλείσας μηδὲ πολεμήσας, 10.97ἀπελθὼν δʼ εἰς αὐτὸν Βαβυλώνιος οὐκ ἐφύλαξε τὰς πίστεις, ἀλλὰ τοὺς ἀκμαιοτάτους καὶ κάλλει διαφέροντας τῶν Ἱεροσολυμιτῶν ἀπέκτεινε μετὰ τοῦ βασιλέως Ἰωακείμου, ὃν ἄταφον ἐκέλευσε ῥιφῆναι πρὸ τῶν τειχῶν· τὸν δὲ υἱὸν αὐτοῦ Ἰωάκειμον κατέστησε βασιλέα τῆς χώρας καὶ τῆς πόλεως. 10.98τοὺς δʼ ἐν ἀξιώματι τρισχιλίους ὄντας τὸν ἀριθμὸν αὐτοῦ αἰχμαλώτους λαβὼν ἀπήγαγεν εἰς τὴν Βαβυλῶνα· ἐν δὲ τούτοις ἦν καὶ προφήτης Ἰεζεκίηλος παῖς ὤν. καὶ τέλος μὲν τοιοῦτον Ἰωάκειμον τὸν βασιλέα κατέσχε βιώσαντα μὲν ἓξ καὶ τριάκοντα ἔτη βασιλεύσαντα δὲ τούτων ἕνδεκα, δὲ διαδεξάμενος αὐτοῦ τὴν βασιλείαν Ἰωάκειμος, ἐκ μητρὸς μὲν Νοόστης ὄνομα πολίτιδος δέ, ἐβασίλευσε μῆνας τρεῖς ἡμέρας δέκα. 10.99

Τὸν δὲ τῶν Βαβυλωνίων βασιλέα δόντα τὴν βασιλείαν Ἰωακείμῳ παραχρῆμα ἔλαβε δέος· ἔδεισε γάρ, μὴ μνησικακήσας αὐτῷ τῆς τοῦ πατρὸς ἀναιρέσεως ἀποστήσῃ τὴν χώραν αὐτοῦ· πέμψας τοιγαροῦν δύναμιν ἐπολιόρκει τὸν Ἰωάκειμον ἐν τοῖς Ἱεροσολύμοις. 10.100 δὲ φύσει χρηστὸς ὢν καὶ δίκαιος οὐκ ἠξίου τὴν πόλιν κινδυνεύουσαν διʼ αὐτὸν περιορᾶν, ἀλλʼ ἀπάρας τὴν μητέρα καὶ τοὺς συγγενεῖς παραδίδωσι τοῖς πεμφθεῖσιν ὑπὸ τοῦ Βαβυλωνίου στρατηγοῖς ὅρκους παρʼ αὐτῶν λαβὼν ὑπὲρ τοῦ μηδὲν μήτʼ αὐτοὺς παθεῖν μήτε τὴν πόλιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.93 Joseph. AJ 10.98 (English) >>Joseph. AJ 10.103

Powered by PhiloLogic